Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Τὴ τοῦ Χριστοῦ κυβερνωμένη παλάμη, οὐκ ἐδουλώθης τὴν ψυχὴν Ἀριάδνη, ἀλλὰ ἐλευθέρα γνώμη ἠνδραγάθησας, πᾶσαν γὰρ ἐπίνοιαν, τοῦ ἐχθροῦ καθελοῦσα, στέφος χαριτόπλοκον, ἐκ Θεοῦ ἐκομίσω, ὃν ἐκδυσώπει Μάρτυς ἐκτενῶς, ἐλεηθήναι, τοὺς σὲ μακαρίζοντας.Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τῆς ζωῆς ποθήσασα, τὴν ζωοπάροχον πέτραν, ἀκλινὴς διέμεινας, τῇ τοῦ δολίου μανίᾳ· πέτρα δέ, διαρραγεῖσά σε δεξαμένη, ἥρμοσε, τῷ ἀθανάτῳ Μάρτυς Νυμφίῳ· ὃν δυσώπει Ἀριάδνη, ἡμῖν δοθῆναι πταισμάτων ἄφεσιν.Μεγαλυνάριον
Ἀδούλωτον σώζουσα τὴν ψυχήν, ἐδούλωσας Μάρτυς, δι’ ἀγώνων τὸν δυσμενῆ, καὶ τῆς ἐλευθέρας, Σιὼν πολῖτις ὤφθης, ἐν ᾗ ὦ Ἀριάδνη, ἡμῶν μνημόνευε.